Τρίτη 11 Μαΐου 2021

ΚΩΛΥΜΑΤΑ ΙΕΡΩΣΥΝΗΣ, ΠΑΤΕΡΙΚΗ ΤΕΚΜΗΡΙΩΣΗ, ΙB

του Χριστόδουλου Βασιλειάδη


(Φωτογραφία: Αλεξία Φιλίππου)

γ) ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ[1]

Μή, σὲ παρακαλῶ, τοῦ ἀπάντησα, μὴ χάνεις τόσο εὔκολα τὸ θάρρος σου. Γιατὶ ὑπάρχει ἀσφάλεια, καὶ σὲ βεβαιώνω γι᾽ αὐτό, ὥστε νὰ ἀποφύγουμε τὴν καταδίκη, καὶ εἶναι γιὰ μᾶς μὲν τοὺς ἀσθενεῖς ἡ παντοτινὴ ἀποφυγὴ τοῦ ἀξιώματος, γιὰ σᾶς δὲ ποὺ εἶσθε δυνατοὶ τὸ νὰ ἀνατεθεῖ ἡ ἐλπίδα τῆς σωτηρίας, μετὰ τὴ χάρη τοῦ Θεοῦ, ὄχι σὲ τίποτε ἄλλο παρὰ στὸ νὰ μὴν κάνετε τίποτε ἀνάξιο τῆς δωρεᾶς αὐτῆς καὶ τοῦ Θεοῦ ποὺ σᾶς τὴν παραχώρησε.

Γιατὶ θὰ ἄξιζαν νὰ ὑποστοῦν τὴν πιὸ μεγάλη τιμωρία ἐκεῖνοι οἱ ὁποῖοι, ἐνῶ ἀνέλαβαν μὲ δική τους πρωτοβουλία αὐτὴ τὴν ἐξουσία, στὴ συνέχεια ὅμως ἀπέτυχαν στὸ ἔργο ἢ ἀπὸ ἀνεμελιὰ ἢ ἀπὸ πονηρία ἢ ἀπὸ ἀπειρία. Αὐτὸ ὅμως δὲν σημαίνει ὅτι συγχωροῦνται καὶ ἐκεῖνοι ποὺ δὲν ἔκαναν καμία προσπάθεια, ἀντίθετα μάλιστα καὶ αὐτοὶ στεροῦνται ὁποιασδήποτε δικαιολογίας.

(συνεχίζεται)

[1] «Μεγίστης μὲν γὰρ ἂν εἴεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι’ οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς, ἢ διὰ ῥᾳθυμίαν, ἢ διὰ πονηρίαν, ἢ καὶ δι’ ἂπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι. Οὐ μὴν διὰ τοῦτο τοῖς οὐκ ἐσπουδακόσι καταλείπεταί τις συγγνώμη, ἀλλὰ καὶ οὗτοι πάσης ἀπολογίας ἐστέρηνται. Δεῖ γάρ, οἶμαι, κἂν μύριοι καλῶσι καὶ καταναγκάζουσι, μὴ πρὸς ἐκείνους ὁρᾷν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχήν, καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἶξαι τοῖς βιαζομένοις. Νῦν δὲ οἰκίαν μὲν οἰκοδομήσασθαι οὐδεὶς ἂν ὑπόσχεσθαι τολμήσειε τῶν οὐκ ὄντων οἰκοδομικῶν, οὐδὲ σωμάτων ἅψασθαι νενοσηκότων ἐπιχειρήσειεν ἄν τις τῶν ἱατρεύειν οὐκ εἰδότων, ἀλλὰ κἂν πολλοὶ οἱ πρὸς βίαν ὠθοῦντες ὧσι, παραιήσεται, καὶ οὐκ ἐρυθριάσει τὴν ἄγνοιαν. Ψυχῶν δὲ ἐπιμένειαν μέλλων πιστεύεσθαι τοσούτων οὐκ ἐξετάσει πρότερον ἑαυτόν, ἀλλά, κἂν ἀπάντων ἀπειρότατος ᾖ, δέξεται τὴν διακονίαν, ἐπειδὴ ὁ δεῖνα κελεύει, καὶ ὁ δεῖνα βιάζεται, καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι; Καὶ πῶς οὐκ εἰς προῦπτον ἑαυτὸν μετ’ ἐκείνων ἐμβαλεῖ κακόν; Ἐξὸν γὰρ αὐτῷσώζεσθαι καθ’ ἑαυτόν, νῦν καὶ ἑτέρους προσαπόλλυσι μεθ’ ἑαυτοῦ. Πόθεν γὰρ ἔστιν ἐλπίσαι σωτηρίαν; πόθεν συγγνώμης τυχεῖν; τίνες ἡμᾶς ἒξαιτήσονται τότε; οἱ βιαζόμενοι νῦν ἴσως καὶ πρὸς ἀνάγκην ἕλκοντες; αὐτοὺς δὲ τούτους τὶς κατ’ ἐκεῖνον διασώσει τὸν καιρόν; καὶ γὰρ καὶ αὐτοὶ προσδέονταιἑτέρων, ἵνα διαφύγωσι τὸ πῦρ. Ὅτι δέ σε οὐ δεδιττόμενος ταῦτα λέγω νῦν, ἀλλ’ ὡς ἔχει τὸ πρᾶγμα ἀληθείας, ἄκουε τί τῷ μαθητῇ φησιν ὁ μακάριος Παῦλος Τιμοθέῳ, τῷ γνησίῳ τέκνῳ καὶ ἀγαπητῷ: “Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαιας ἀλλοτρίαιας”. Εἶδες ὅσης τοὺς μέλλοντας ἡμᾶς ἐπὶ τοῦτο παράγειν οὐ μέμψεως μόνον, ἀλλὰ καὶ τιμωρίας τό γε ἡμέτερον ἀπηλλάξαμεν μέρος;

 

β. Ὥσπερ γὰρ τοῖς αἰρεθεῖσιν οὐκ αὔταρκες πρὸς ἀπολογίαν τὸ λέγειν. Οὐκ αὐτόκλητος ἦλθον, οὐδὲ προειδὼς οὐκ ἀπέφυγον. Οὕτως οὐδὲ τοὺς χειροτονοῦντας ὠφελῆσαί τι δύναται, εἰ λέγοιεν τὸν χειροτονηθέντα ἀγνοεῖν, ἀλλὰ διὰ τοῦτο καὶ μεῖζον τὸ ἔγκλημα γίνεται, ὅτι ὃν ἠγνόουν παρήγαγον, καὶ ἡ δοκοῦσα εἶναι ἀπολογία αὔξει τὴν κατηγορίαν. Πῶς γὰρ οὐκ ἄτοπον, ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδεικνύναι, καὶ τῆς πράσεως εγγυητὰς ἀπαιτεῖν, καὶ γειτόνων πυνθάνεσθαι, καὶ μετὰ ταῦτα πάντα μηδέπω ραῤῥεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν. εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντάς τινά ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ, πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν; Τίς οὖν ἡμᾶς ἐξαιτήσεται; τότε, τῶν ὀφειλόντων προστῆναι καὶ αὐτῶν προστατῶν δεομένων; Δεῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἐρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον. Εἰ γὰρ καὶ κοινωνοὺς ἔχει τῆς κολάσεως τοὺς ἑλομένους ἐν οἷς ἂν ἁμάρτῃ, ἀλλ’ ὅμως οὐδὲ αὐτὸς ἀπήλλακται τῆς τιμωρίας, ἀλλὰ καὶ μείζονα δίδωσι. Μόνον εἰ μὴ διά τινα ἀνθρωπίνην αἰτίαν παρὰ τὸ φανὲν αὐτοῖς εὔλογον ἔπραξαν οἱ ἑλόμενοι. Εἰ γὰρ ἐν τούτῳ φωραθεῖν, καὶ τὸν ἀνάξιον εἰδότες διά τινα πρόφασιν αὐτὸν παρήγαγον, ἐξ ἴσης τὰ τῶν κολαστηρίων αὐτοῖς. τάχα δὲ καὶ μείζονα τῷ τὸν οὐκ ἐπιτήδειον καταστήσαντι. Ὁ γὰρ τὴν ἐξουσίαν παρασχὼν τῷ βουλομένῳ διαφθεῖραι τὴν Ἐκκλησίαν, οὖτος ἂν εἴη τῶν ὑπ’ ἐκείνου τολμηθέντων αἴτιος. Εἰ δὲ τούτων μὲν οὐδενὶ γένοιτο ὑπεύθυνος, ἀπὸ δὲ τῆς τῶν πολλῶν ὑπολήψεως ἠπατῆσθαι λέγει, ἀτιμώρητος μὲν οὐδὲ οὕτω μένει, ὀλίγῳ δὲ ἐλάττονα τοῦ χειροτονηθέντος δίδωσι δίκην. Τί δή ποτέ; Ὅτι τοὺς μὲν ἑλομένους εἰκὸς ὑπὸ δόξης ψευδοῦς ἀπατηθέντας ἐπὶ τοῦτο ἐλθεῖν. ὁ δὲ αἱρεθεὶς οὐκ ἔτι ἂν δύναιτο λέγειν, ὅτι Ἠγνόουν ἑμαυτόν, καθάπερ αὐτὸν ἕτεροι. Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγαγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν. κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας, δι’ ὧν ἡπατημένους παύσει, καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγματών ὄγκον. Διὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιοτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἔλοιτ’ ἂν πλεῖν, οὔτε ὁ στρατιῶτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τίς ἀπειλήσῃ θανάτους; Ἢ δῆλον ὅτι τὸν ἐκ τῆς ἀπειρίας προορώμενοι κίνδυνον ἕκαστος. Εἴτα, ὅπου μὲν ἡ ζημία περὶ μικρῶν, τοσαύτῃ χρησόμεθα προνοίᾳ, καὶ οὐκ εἴξομεν τῇ τῶν βιαζομένων ἀνάγκη. ὅπου δὲ ἡ κόλασις αἰώνιος τοῖς οὐκ εἰδόσι μεταχειρίζειν ἱερωσύνην, ἁπλῶς καὶ ὡς ἔτυχε τοσοῦτον ἀναδεξόμεθα κίνδυνον, τὴν ἑτέρων προβαλλόμενοι βίαν; Ἀλλ’ οὐκ ἀνέξεται ταῦτα ὁ τότε κρίνων ἡμᾶς. Ἔδει μὲν γὰρ καὶ πολλῷ πλείῳ τῶν σαρκικῶν περὶ τὰ πνευματικὰ τὴν ἀσφάλειαν ἐπιδείξασθαι. Νῦν δὲ οὐδὲ ἴσην εὑρισκόμεθα περεχόμενοι. Εἰπὲ γάρ μοι, εἴ τινα ὑποπτεύσαντες ἄνδρα εἶναι τεκτονικὸν οὐκ ὄντα τεκτονικὸν πρὸς τὴν ἐργασίαν καλοῖμεν, αὐτὸς δὲ ἕποιτο, εἴτα ἁψάμενος τῆς πρὸς πρὸς τὴν οἰκοδομὴν παρεσκευασμένης ὕλης, ἀφανίζοι μὲν ξύλα, ἀφανίζοι δὲ λίθους, ἐργάζοιτο δὲ τὴν οἰκίαν οὕτως ὡς εὐθέως καταπεσεῖν, ἆρα ἀρκέσει πρὸς ἀπολογίαν αὐτῷ τὸ παρ’ ἑτέρων ἠναγκάσθαι, καὶ μὴ αὐτεπάγγελτον ἤκειν; Οὐδαμῶς. καὶ μάλα γε εἰκότως καὶ δικαίως. Ἐρχῆν γάρ, καὶ ἑτέρων καλούντων, ἀποπηδᾷν. Εἴτα τῷ μὲν ξύλα ἀφανίζοντι καὶ λίθους οὐδεμία ἔσται καταφυγὴ πρὸς τὸ μὴ δοῦναι δίκην. ὁ δὲ τὰς ψυχὰς ἀπολλύς, καὶ οἰκοδομῶν ἀμελῶς, τὴν ἑτέρων ἀνάγκην ἀποχρῆν αὐτῷ πρὸς τὸ διαφυγεῖν οἴεται; καὶ πῶς οὐ λίαν εὔηθες; Οὕπω γὰρ προστίθημι, ὅτι τὸν μὴ βουλόμενον οὐδεὶς ἀναγκάσαι δυνήσεται. Ἀλλ’ ἔστω μυρίαν αὐτὸν ὑπομεμενηκέναι βίαν, καὶ μηχανὰς πολυτρόπους, ὥστε ἐμπεσεῖν. τοῦτο οὖν αὐτὸν ἐξαιρήσεται τῆς κολάσεως; Μή, παρακαλῶ, μὴ ἐπὶ τοσοῦτον ἀπατῶμεν ἑαυτούς, μηδὲ ὑποκρινώμεθα ἀγνοεῖν τὰ καὶ τοῖς ἄγαν παισὶ φανερά. Οὐ γὰρ δήπου καὶ ἐπὶ τῶν εὐθυνῶν αὕτη τῆς ἀγνοίας ἡ προσποίησις ἡμᾶς ὠφελῆσαι δυνήσεται. Οὐκ ἐσπούδασας αὐτὸς ταύτην δέξασθαι τὴν ἀρχήν, ἀσθένειαν σεαυτῷ συνειδώς; εὖ καὶ καλῶς. Ἐχρῆν οὖν μετὰ τῆς αὐτῆς προαιρέσεως, καὶ ἑτέρων καλούντων, ἀποπηδᾷν. Ἢ ὅτε μὲν οὐδεὶς ἐκάλει, ἀσθενὴς σὺ καὶ οὐκ ἐπιτήδειος. ἐπεὶ δὲ εὑρέθησαν οἱ δώσοντες τὴν τιμήν, γέγονας ἐξαίφνης ἰσχυρός; Γέλως ταῦτα καὶ λῆρος καὶ τῆς ἐσχάτης ἄξια τιμωρίας. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος παραινεῖ, μὴ πρότερον βάλλεσθαι θεμέλιον τὸν βουλόμενον πύργον οἰκοδομεῖν, πρὶν ἢ τὴν οἰκείαν ἀναλογίσασθαι δύναμιν, ἵνα μὴ δῷ τοῖς παροῦσι μυρίας ἀφορμὰς χλευασίας τῆς εἰς αὐτόν. Ἀλλ’ ἐκείνῳ μὲν μέχρι τοῦ γέλωτος ἡ ζημία. ἐνταῦθα δὲ ἡ κόλασις πῦρ ἄσβεστον, καὶ σκώληξ ἀτελεύτητος, καὶ βρυγμὸς ὀδόντων, καὶ σκότος ἐξώτερον, καὶ τὸ διχοτομηθῆναι, καὶ τὸ παγῆναι μετὰ τῶν ὑποκριτῶν. Ἀλλ’ οὐδὲν τούτων ἐθέλουσιν ἰδεῖν οἱ κατηγοροῦντες ἡμῶν. ἢ γὰρ ἂν ἐπαύσαντο μεμφόμενοι τὸν οὐκ ἐθέλοντα ἀπολέσθαι μάτην. Οὐκ ἔστιν ἡμῖν περὶ οἰκονομίας πυροῦ καὶ κριθῶν, οὐδὲ βοῶν καὶ προβάτων, οὐδὲ περὶ τοιούτων ἄλλων ἡ σκέψις ἡ προκειμένη νῦν, ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ σώματος τοῦ Ἰησοῦ. Ἡ γὰρ Ἐκκλησία τοῦ Χριστοῦ, κατὰ τὸν μακάριον Παῦλον, σῶμά ἐστι τοῦ Χριστοῦ. Καὶ δεῖ τὸν τοῦτο πεπιστευμένον εἰς εὐεξίαν αὐτὸ πολλὴν καὶ κάλλος ἀμήχανον ἐξασκεῖν, πανταχοῦ περισκοποῦντα, μή που σπῖλος, ἢ ρυτίς, ἤ τις ἄλλος μῶμος τοιοῦτος τὴν ὥραν ᾖ καὶ τὴν εὐπρέπειαν λυμαινόμενος ἐκείνην. Καὶ τί γὰρ ἀλλ’ ἢ τῆς ἐπικειμένης αὐτῷ κεφαλῆς, τῆς ἀκηράτου καὶ μακαρίας, ἄξιον αὐτὸ κατὰ δύναμιν τὴν ἀνθρωπείαν ἀποφαίνειν; Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν, καὶ διαίτης ἠκριβωμένης, καὶ ἀσκήσεως συνεχοῦς, καὶ μυρίας παρατηρήσεως ἑτέρας (καὶ γὰρ καὶ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν), οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετήν, καὶ πᾶσαν ψυχῇ πρόσφορον ἐπιστάμενοι θεραπείαν;». ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, Περὶ ἱερωσύνης, Λόγος τέταρτος, Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐτῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἀν ἀγνοῶσι τοὺς χειροτονουμένους, PG, 48, στ. 663-665.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου