Σάββατο 5 Ιουνίου 2021

ΚΩΛΥΜΑΤΑ ΙΕΡΩΣΥΝΗΣ, ΠΑΤΕΡΙΚΗ ΤΕΚΜΗΡΙΩΣΗ, ΛΣΤ

του Χριστόδουλου Βασιλειάδη
(Φωτογραφία Αλεξία Φιλίππου)

Ὅποιοι λοιπὸν εἶχαν ἀπὸ τὴν ἀρχὴ ἀγαθὸ σκοπὸ (ἀφοῦ ἔβλεπαν πρὸς τὸ ἄριστο) καὶ ἡ μεταβολὴ προχωρώντας μ᾽ ἐπίγνωση στερεωνόταν πάνω σὲ ἰσχυρὸ θεμέλιο, καθὼς παγιωνόταν σ᾽ αὐτοὺς ἡ ἀληθινὴ διάκριση, αὐτοὶ τηροῦν κατὰ τὸ πλεῖστον ἀσάλευτη τὴ δύναμη τῆς μεταβολῆς στὴν εὐσέβεια. Στοὺς ἄλλους ἦταν ἀπὸ τὸ ξεκίνημά τους φαύλη ἡ πρόθεσή τους (γιατὶ δὲν ἀγνοοῦσαν ὅτι ἔκαμναν κάτι ἀνεπίτρεπτο) καὶ ἐνῶ γινόταν ἡ μεταστροφή, δὲν εἶχε ὅμως νὰ στηριχτεῖ σὲ κάποιο σταθερό. Γιατὶ τίποτε ἐπὶ πλέον, ἀπὸ ὅσα γνώριζαν προηγουμένως, δὲν πρόσθεταν, στὰ ὁποῖα θὰ μποροῦσαν νὰ ἑδραιωθοῦν πιὸ σταθερά, ἀλλὰ μὲ τὸ νὰ ἐπιπηδᾶ ἡ γνώμη τους μὲ τὴν αὐτεξουσιότητά τους ἀπὸ τὸ ἕνα στὸ ἄλλο καὶ θολώνοντας τὴν κρίση γιὰ τὸ ποῦ θὰ κλίνει, εὔλογα δὲν εἶναι εὔκολο σ᾽ αὐτοὺς νὰ δώσουν τὴ βεβαιότητα, ὅτι δὲ θὰ ἐπανέλθουν πιὰ στὴν προηγούμενη φαυλότητά τους. Πρόσθεσε ἀκόμα, ἂν θέλεις, καὶ τὸ λόγο, ὅτι σ᾽ αὐτοὺς ἡ προηγούμενη γνώμη καὶ ἡ μεταγενέστερη μὲ τὸν ἴδιο τρόπο, γιὰ νὰ μὴν πῶ ὅτι συχνὰ ἡ δεύτερη ἐντονότερα, διατυπώνονται μὲ παρρησία, ἀλλ᾽ ὅμως δὲν εἶναι ἡ δεύτερη δευτερεύουσα ὡς πρὸς τὴν ἐπίγνωσή της ἀπὸ τοὺς πολλούς. Ἐνῶ γιὰ τοὺς ἄλλους τὸ ἁμάρτημά τους προβάλλεται θριαμβευτικὰ (γιατὶ οἱ ἄνθρωποι ἀγαποῦν νὰ διατυμπανίζουν τὰ ξένα), ἡ μεταμέλεια ὅμως, μὲ τὸ νὰ γίνεται στὴν ἡσυχία καὶ τὴ μοναξιά, δὲν εἶναι μόνο ποὺ μὲ τὴν ἀφάνειά της διαφεύγει τοὺς πολλούς, ἀλλ᾽ ἔχει καὶ τὸ φθόνο σκληρὸ ἐξεταστή, ποὺ δὲν συμβάλλει λαμπρὰ καὶ ὁλοφάνερα στὴν κάθαρση (γιατὶ δὲν πρέπει κανεὶς νὰ σκανδαλίζει οὔτε ἀπὸ τοὺς μικροὺς κάποιον), κι ἔτσι δὲν δίνει σ᾽ ὅλους τὴ μεταμέλεια παραπλήσια, ὅπως τὴ γνώση τοῦ ἁμαρτήματος[1].

(συνεχίζεται)

[1] 1. «Τὸ δ’ εἰς ἀπορίαν προαγόμενον πρόβλημα, τί δήποτε τῶν πλημμελημάτων τὸ χαλεπώτατον λιπὼν τὴν αἵρεσιν ἄνθρωπος εἰς ἱερωσύνην, μὴ τῶν ἄλλων ἔργων μαχομένων, παραγγέλλειν δύναται. Ὁ δ’ ὀρθόδοξον φέρων τὸ φρόνημα, ἐμφύλῳ τὴν χεῖρα μιάνας αἵματι, ἢ τάφους ἀνορύξας, ἢ κατενεχθεὶς μέχρι σώματος εἰς κατενοχλοῦσαν ἡδονήν, ἢ ἄλλης τινὸς οὐκ εὐαγοῦς πράξεως ἔνοχος γεγονώς, οὐκέτι οὐδὲ πρὸς μετάνοιαν ἐπιστρεφόμενος, οὐδὲ διδοὺς πληροφορίαν μὴ διστάζουσαν τοῖς ἀδεκάστως κρίνουσι, τῶν μολυσμάτων κεκάθαρται. Ἀλλὰ γὰρ οὐδεὶς τῶν τοιούτων, μηδὲ τῶν ἄλλων ἀρετῶν ἐπιμαρτυρούντων, οὔμενουν οὐ νομίζεται τῆς ἱερωσύνης ἐπάξιος. Τὸ μὲν οὖν ζήτημα παλαιόν τε καὶ τὴν τοιαύτην προαγωγὴν οἰκειούμενον. Εἰ δέ τινες ὀρθῶς ἐπελύσαντο, ἡδεως ἂν αὐτῶν μαθητὴς γενοίμην. Διδάξαιμι δ’ ἂν ἴσως εἰ καὶ μὴ ἄλλους, σὲ δὲ πάντως. Ὡς ὅσοι μὲν δυσσεβεῖν εἴχοντο γνώμης προῆλθον οὐχ αἱρουμένης τὸ φαῦλον, ἀλλ’ ἐπιζητούσης τὸ ἄμεινον, ἀποσφαλέντες δὲ τοῦ ἱεροῦ τῶν κρειττόνων ἔρωτος, πρὸς τὸ χεῖρον ὃ μὴ προέθεντο ἀπηνέχθησαν. Ἡ μὲν ἀπ’ ἀρχῆς ὁρμὴ τούτοις ἤνθει τὸ ἀγαθόν. ἡ δὲ ἀποτυχία δύναιτ’ ἂν καταφεύγειν εἰς τὸ τῆς φύσεως ἀπομαραινόμενον καὶ ἀσθενές. Καὶ οὖτοι μὲν τῶν χειρόνων μεταστάντες, εὐμενῶς αὐτοῖς ὁρῶσιν τὴν συγγνώμην ἐπιβλέπουσαν. Οἱ δὲ φαῦλον μὲ εἰδότες ἀπ’ ἀρχῆς τὸ πραττόμενον, πρὸς ἐκεῖνο δὲ τὸν νοῦν ἀπερείδοντες, πολλὴν κατ’ αὐτῶν παρέχονται τοῖς πρὸς εὐσέβειαν μεταβαλλομένοις τὴν ὑπεροχήν. Σὲ μὲν γὰρ ὁρμῆς ἀντείχοντο τῆς ἀγαθῆς, εἰς τοὐναντίον δὲ μὴ τοῦτο προθέμενοι παρεσύρησαν. Τοῖς δὲ τῶν τε φαύλων ἦν ἡ κατ’ ἀρχὰς αἵρεσις, καὶ κατὰ σκοπὸν συνέβαινεν ἡ ἀπώλεια. Καὶ τοῖς μὲν οὕτως ἐδόκει τὸ δοξαζόμενον βέλτιστον, ὡς ἐπιγαυριᾷν τε τῇ δόξῃ καὶ θανάτου ἐστιν ὅτε προαιρεῖσθαι τῶν δεδοξασμένων τῆς ἐξομόσεως. Τοῖς δὲ τὸ κακὸν ἐπὶ τοσοῦτον ἐγνωρίζετο, ὡς καὶ μηδενὸς ἔξωθεν συνειδότος, καθ’ ἑαυτοὺς ἐπερυθριᾷν τῇ πράξει, καὶ εὐχῆς ἔργον εἶναι νομίζειν λαθεῖν ἅπαντας. Ἐξ ὧν οὖν ἀπ’ ἀρχῆς ἀγαθὸς ἦν ὁ σκοπός, πρὸς γὰρ τὸ ἄριστον ἔβλεπον, καὶ ἡ μεταβολὴ προϊοῦσα δι’ ἐπιγνώσεως ἐπὶ στεῤῥᾶς κρηπίδος ἐβάλλετο, τῆς ἀληθοῦς αὐτὴν πηγνυμένης διακρίσεως, ἀσάλευτον οὖτοι κατὰ τὸ πλεῖστον τηροῦσι τῆς ἐπὶ τὴν εὐσέβειαν μεταβολῆς τὸ κραταίωμα. τοῖς δὲ φαύλη τε ἦν ἐξ αὐτῆς κινήσεως ἡ ὁρμή. οὐ γὰρ ἠγνόουν ἄτοπον ἁπτόμενοι, καὶ τῆς μεταθέσεως γεγενημένης μέν, οὐκ ἐχούσης δὲ τῷ ἀμεταθέτῳ στηρίζεσθαι. Οὐδὲν γὰρ οὗτοι τῶν προεγνωσμένων πλέον προσειλήφεσαν, ἐν οἷς ἂν ἑδρασθεῖεν σταθερώτερον, ἀλλ’ ἐπισκιρτώσης τῷ αὐτοδεσπότῳ τῆς γνώμης ἐφ’ ἑκάτερα ἄδηλόν τε τὴν κρίσιν παρεχομένης ἐφ’ ὃ ῥέψειεν, εἰκότως οὐκ ἔστω αὐτοῖς πίστιν ῥᾷον παρασχεῖν, ὡς οὐ μηκέτι εἴησαν εἰς τὴν προτέραν ἐπανιόντες φαυλότητα. Πρόσθες εἰ βούλει καὶ διότι τοῖς μὲν καὶ ἡ προτέρα δόξα καὶ ἡ μεταγενεστέρα κατὰ τὸν ἴσον τρόπον, ἵνα μὴ λέγω καὶ πολλάκις προέχουσα, παῤῥησιάζεται. ἀλλ’ οὖν οὐκ ἔστιν ἡ Δευτέρα τῆς προτέρας πρὸς τὴν τῶν πολλῶν ἐπίγνωσιν δευτερεύουσα. Τοῖς δὲ τὸ μὲν ἁμάρτημα θριαμβεύεται. Φίλον γὰρ ἀνθρώποις διακωμωδίζειν τὰ ἀλλότρια. ἡ δὲ μεταμέλεια ἐν ἡσυχίᾳ τε καὶ κατὰ μόνας πραττομένη οὐχ ὅτι μόνον τῷ λανθάνοντι ἐκφεύγει τοὺς πολλούς, ἀλλ’ ὅτι καὶ τὸν φθόνον ἔχει πικρὸν ἐξεταστήν, οὐχ ὅτι περιφανῆ καὶ κατάδηλον τῆς καθάρσεως. Δεῖ δὲ μηδὲ τῶν μικρῶν μηδένα σκανδαλίζειν. Οὔμενουν οὐ παρέχεται παραπλησίαν πᾶσιν ὥσπερ δὴ τοῦ ἐλαττώματος τὴν ἐπίγνωσιν». ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, Ἐρώτησις κ΄, Διὰ τί τῆς αἱρέσεως ἀφιστάμενος ὁ ἄνθρωπος τὸν βίον οὐκ ἔχων ἐπίμωμον πρὸς ἱερωσύνην ἀνέρχεται. ὁ δὲ κηλίδων σωματικῶν γεγονὼς ὑπεύθυνος, κἂν τῶν ἀθεμίτων ἀποστῇ πράξεων, πρὸς τὸ τῆς ἱερωσύνης τέλος οὐκ ἀνάγεται;, PG 101, στ. 145.ΦΩΤΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, Τὰ ἀμφιλόχια, ἐρωταποκρίσεις Α΄-ΞΓ΄, ΕΠΕ, (ΜΤΦΡ. Σακαλὴ Ἰγνάτιο), σς. 162-167.

2. Ἱερωσύνης κωλύματα

«Οὐχ οὕτως ἐμηνύσαμεν τῷ προέδρῳ, ἵνα μάθωμεν μετὰ γνώσεως παρεχώρησε τὸν μοιχὸν ἱερατεύειν ὁ ἐπίσκοπος. Ἄτοπον γὰρ καὶ τοῦτο. Ἀλλ’ εἰ ἐγίνωσκε μοιχὸν αὐτὸν εἶναι, καὶ οὕτω αὐτὸν ἐχειροτόνησε χαλεπώτερον γὰρ τοῦτο. Ὁ δέ, ὃ μὲν ἐμηνύθη διδάξαι, οὐκ ἐδίδαξεν, ὃ δὲ οὐδεὶς ἐζήτησε τοῦτο ἀνήγγειλε. Πλὴν εἰ μὲν εἰδὼς αὐτὸν μοιχὸν ὄντα ἐχειροτόνησε, παντελῶς ἔστι καθῃρημένος τῆς ἀρχιερωσύνης τε καὶ ἱερωσύνης. Εἰ δὲ ἀγνοῶν αὐτὸν μοιχὸν ὄντα ἐχειροτόνησεν, εἴτα μαθών, ἐπέσχε μὲν ἐπὶ χρόνον, ἀπέλυσε δὲ ἱερατεύειν, παυθήσεται μὲν καὶ αὐτὸς τοῦ ἱερουργεῖν ἐπὶ χρόνους τινάς. Ἄλλο γὰρ τὸ καταφρονεῖν Θεοῦ, καὶ ἄλλο τὸ ἀπαιτηθῆναι καὶ δόξαι φυλάξαι, κἂν οὐκ ἐφύλαξαν. ἐπὶ χρόνους δέ τινας ἔφημεν ἐπισχεθῆναι αὐτόν, ἐάνπερ τὰ ἄλλα αὐτοῦ προτερήματα καὶ ἡ τῆς ἄλλης περιουσία δύναται ἀντιταλαντευθῆναι τῷ τοιούτῳ αὐτοῦ παραπτώματι, εἰ δὲ μή, διηνεκὲς τὸ ἐπιτίμιον ἔξει. Ταῦτα δὲ λέγομεν, οὐκ ἐὰν ὁ πρόεδρος αὐτοῦ λέγει ὅτι γινώσκων αὐτὸν μοιχὸν ἐχειροτόνησεν, ἡ ὅτι μετὰ τὸ χειροτονηθῆναι αὐτὸν μαθὼν μοιχὸν εἶναι, καὶ ἐπί τινα χρόνον ἐπισχών, εἴτα ἱερουργεῖν αὐτὸν ἀφῆκεν. Ἀλλ’ ἐὰν αὐτὸς διὰ μαρτύρων πιστῶν καὶ ἀδιαβλήτων ἠλέγχθη ἢ καὶ μὴ ἐλεχθείς, οἰκείῳ κατετέθετο καὶ ὡμολόγησε στόματι. Ταῦτα μὲν οὖν ἡ ἡμετέρα ἁρμόζειν ἔκρινε μετριότης. καὶ περὶ αὐτοῦ ὡς κελεύει διοικήσει ἡ ὑμῶν ἁγιότης. Σὺ δέ μοι ἐν Κυρίῳ ἔῤῥωσο». ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, Ἐπιστολὴ ΚΑ΄, Ἱερωσύνη κωλύματα, PG 102, στ. 788CD-789A.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου